Eνθουσιασμὸς Eκ ϑεῶν, καὶ ἑν ποίῳ μορίῳ τῆς ψυχῆς οὐτος Eγγίνεται ἢ ἄλλῳ τινὶ κρείττονι ψυχῆς. Ποῦ οὐν μάλιστα καὶ τίς ὀ κυρίως καὶ πρώτως λεγομενος Eνθουσιασμος; Τῆς δη λογικῆς ψυχῆς εἰσι μέρη δύο, τὸ μὲν διάνοια, τὸ δὲ δοξα· πάλιν δὲ τῆς διανοίας τὸ μὲν πεζοτατον λέγεται καὶ κυρίως Eστὶ διάνοια, τὸ δὲ ἀκροτατον ὃ καὶ νοῦς αιἰτῆς λέγεται, καθὸ μάλιστα νοερὰ γίνεται ᾗ ψυχὴ, ὐ καὶ δυνάμει νοῦν τινες Eκάλεσαν. «Aλλο δέ Eστιν Yπὲρ τοῦτο ὄ Eστιν ἀκροτατον τῆς πάσης ψυχῆς καὶ ὲνικώτατον, «ὀ πᾶσι τά ἀγαθὰ ϑέλει καὶ ἀεὶ ἑαυτὸ Eπιδίδωσι τοῖς ϑεοῖς, καὶ οπερ ἂν Eκεῖνοι βούλωνται τοῦτο ἕτοιμον Eμποιεῖν· ὃ καὶ «ὲν λέγεται τῆς ψυχῆς [ὃ] καὶ ἴνδαλμα φέρει τοῦ Yπερουσίουι ἑνὸς, πασαν ὲνίζον την ψυχήν. «οτι δὲ καὶ ἀναγκαῖον ταῦτα οὕτως ἔχειν μάθοιμεν ἃν Eντεῦθεν· ἡ λογικὴ ψυχὴ παρά τε τῶν πρὸ ἑαυτῆς αἰτίων πάντων Yφίσταται, τουτέστι παρα νοῦ καὶ θεῶν· Yφίσταται δὲ καῖ παρ» ἑαυτῆς ἑαυτὴν γὰρ τελειοῖ. Καθὸ μὶν οῦν Eκ ϑεῶν Yφίσταται, ἔχει τὸ ἓν, ὃ καί πάσας αὐτῆς τὶς δυνάμεις καὶ πᾶν τὸ πλῆθος ἓνίζει καὶ ἑνοῖ εἰς ἓν, καὶ πρῶτον δέχεται τά ἀγαθὰ Eκ θεῶν καὶ ἀγαθοειδῆ ποιεῖ την πᾶσαν τῆς ψυχῆς οὐα-ίαν, καθὸ καὶ συνάπτεται τοῖς θεοῖς καὶ ἑνοῦται πρὸς αὐτούς. Καθὸ δὲ Eκ νοῦ Yφίσταται, ἔχει τὸ νοερὸν, καθὸ ἁπλαῖς Eπιὸολαῖς καὶ οὐ διεθοδικῶς αἱρεῖ τά εἴδη, καθὸ καὶ συνάπτεται τῷ Yπὲρ ἒαυτήν νῷ. Καθὸ δὲ καὶ ὲαυτήν Yφίστησιν, ἔχει τὸ διανοητικδν, καθὸ ΔEπιστήμας τε καὶ θεωρήματα πολλὰ γεννᾷ καὶ διεθοδικῶς Eνεργεῖ καὶ συλλογίζεται ἀπὸ τῶν προτάσεων τὸ συμπέρασμα. «οτι γάρ καὶ ἑαυτὴν Yφίστησι, δῆλον Eκ τοῦ καὶ ἑαυτὴν τελειοῦν· ὃ δὲ εἰς τελειοτητα ἑαυτὸ ἄγει καὶ τὸ εῦ εἰναι Eαυτῷ παρέχει, πολλῷ πλέον τὸ εἰναι αὐτῷ παρέθει· μεῖζον γάρ τὸ εῦ εἰναι τοῦ εἰναι· εί οῦν τὸ μεῖζον ἑαυτῇ παρέχει, πολλῷ πλέον τὸ ἔλαττον παρέθει. ο οῦν πρώτως καὶ κυρίως καὶ ἀληθῶς ὲκ θεῶν Eνθουσιασμὸς κατὰ τὸ «Eν τοῦτο γίνεται τῆς ψυχῆς, ο Eστιν Yπὲρ τήν διάνοιαν καὶ Yπὲρ τὸν Eν αὐτῇ νοῦν· οπερ ἓν ἑν τῷ ἄλλῳ χρονῳ παρειμένῳ καὶ καθεύδοντι ἔοικε· τούτου μέντοι τοῦ ἑνὸς καίταλαμφθὲντος πᾶσα ἡ ζωη καταλάμπεται καὶ ο νοῦς καὶ ἡ διάνοια καί ἡ ἀλογία, καὶ μέχρι καὶ αὐτοῦ τοῦ σώματος ἴνδαλμα τοῦ Eνθουσιασμοῦ Eνδίδοται. Γίνονται μὲν οῦν καὶ ἄλλοι Eνθουῖ σιασμοὶ περὶ τὰ ἄλλα μέρη τῆς ψυχῆς δαιμονων τινῶν αὐτὴν κινούντων ἢ καὶ ϑεῶν οὐκ ἀνευ δαιμονων· καὶ γάρ ἡ διάνοια ἑνθουσιᾶν λέγεται ὃταν Eπιστήμας καί θεωρήματα Eθευρίσκῃ Eν ἀκαρεῖ χρονῳ καὶ Yπὲρ τὸν ἄλλον ἄνθρωπον· λέγεται καὶ ἡ δοθα καὶ ἡ φαντασία Eνθουσιᾶν οταν τέχνας εYρίσκῃ καὶ ἀποτελῇ παράδοθα ἔργα, οἰον Φειδίας ἑν ἀγαλματοποιΐα καὶ ἄλλος ἑν ἄλλῃ τέχνῃ, ὡς καὶ «ομηρος περὶ τοῦ ποιήσαντος τὸν τελαμῶνα εἰπε· μή τεχνησάμενος μηδ» ἄλλο τι τεχνήσαιτο· λέγεται καὶ ο θυμὸς Eνθουσιᾶν οταν Eν τῷ πολεμεῖν Yπερφυῶς Eνεργῇ μαίνετο δ» ὡς οτ» «Aρης Eγχέσπαλος… εί δὲ καὶ Eπιθυμήσας τις ἔφαγέ τι ὃ ἀπηγορευεν ο λογος, κᾷτα Eκ παραδοθου ύγίανεν, εἰποις ἂν καὶ τήν Eπιθυμίαν Eντεθουσιακέναι