Название | Diakonie zwischen Vereinslokal und Herrenmahl |
---|---|
Автор произведения | Jan Quenstedt |
Жанр | Документальная литература |
Серия | NET – Neutestamentliche Entwürfe zur Theologie |
Издательство | Документальная литература |
Год выпуска | 0 |
isbn | 9783772001208 |
II μηδενὶ ἐξέστω ἰόβακχον εἶναι, ἐὰν μὴ | πρῶτον ἀπογράψηται παρὰ τῷ ἱερεῖ | τὴν νενομισμένην ἀπογραφὴν καὶ | [35] δοκιμασθῇ ὑπὸ τῶν ἰοβάκχων ψή- | φῳ, εἰ ἄξιος φαίνοιτο καὶ ἐπιτήδειος | τῷ Βακχείῳ. ἔστω δὲ τὸ ἰσηλύσιον | τῷ μὴ ἀπὸ πατρὸς * νʹ καὶ σπονδή. | ὁμοίως καὶ οἱ ἀπὸ πατρὸς ἀπογραφέ- | [40] σθωσαν ἐπὶ * κεʹ διδόντες ἡμιφόριον | μέχρις ὅτου πρὸς γυναῖκας ὦσιν. | συνίτωσαν δὲ οἱ ἰόβακχοι τάς τε ἐνά- | τας καὶ τὰς ἀμφιετηρίδας καὶ Βακχεῖ- | α καὶ εἴ τις πρόσκαιρος ἑορτὴ τοῦ θεοῦ, | [45] ἕκαστος ἢ λέγων ἢ ποιῶν ἢ φιλοτει- | μούμενος, καταβάλλων μηνιαίαν | τὴν ὁρισθεῖσαν εἰς τὸν οἶνον φοράν· | ἐὰν δὲ μὴ πληροῖ, εἰργέσθω τῆς στιβά- | δος, καὶ εὐτονείτωσαν οἱ τῷ ψηφίσμα- | [50] τι ἐνγεγραμμένοι, χωρὶς ἢ ἀποδημίας | ἢ πένθους ἢ νόσου ἢ <εἰ> σφόδρα ἀνανκαῖός | τις ἦν ὁ προσδεχθησόμενος ἰς τὴν στιβά- | δα, κρεινάντων τῶν ἱερέων. ἐὰν δὲ ἰοβάκ- | χου ἀδελφὸς ἰσέρχηται ψήφῳ δοκιμασθείς, | [55] διδότω * νʹ. ἐὰν δὲ ἱερὸς παῖς ἐξωτικὸς καθεσ- | θεὶς ἀναλώσῃ τὰ πρὸς τοὺς θεοὺς καὶ τὸ Βακχεῖον, | ἔστω μετὰ τοῦ πατρὸς ἰόβακχος ἐπὶ μιᾷ | σπονδῇ τοῦ πατρός. vv τῷ δὲ ἀπογραψαμένῳ | καὶ ψηφοφορηθέντι διδότω ὁ ἱερεὺς ἐπισ- | [60] τολὴν ὅτι ἐστὶν ἰόβακχος, ἐὰν πρῶτον | δοῖ τῷ ἱερεῖ τὸ ἰσηλύσιον, ἐνγραφομένου | τῇ ἐπιστολῇ τὰ χωρήσαντα εἰς τό δε(λ)τί(ον). | οὐδενὶ δὲ ἐξέσται ἐν τῇ στιβάδι οὔτε ᾆσαι | οὔτε θορυβῆσαι οὔτε κροτῆσαι, μετὰ δὲ | [65] πάσης εὐκοσμίας καὶ ἡσυχίας τοὺς μερισ | μοὺς λέγειν καὶ ποιεῖν, προστάσσοντος | τοῦ ἱερέως ἢ τοῦ ἀρχιβάκχου. vvvv μηδενὶ | ἐξέστω τῶν ἰοβάκχων τῶν μὴ συντελε | σάντων εἴς τε τὰς ἐνάτας καὶ ἀμφιετηρί- | [70] δας εἰσέρχεσθαι ἰς τὴν στιβάδα μέχρις ἂν | ἐπικριθῇ αὐτῷ ὑπὸ τῶν ἱερέων ἢ ἀπο | δοῦναι αὐτὸν ἢ ἰσέρχεσθαι. vvv μάχης δὲ | ἐάν τις ἄρξηται ἢ εὑρεθῇ τις ἀκοσμῶν ἢ | ἐπ’ ἀλλοτρίαν κλισίαν ἐρχόμενος ἢ ὑβρί- | [75] ζων ἢ λοιδορῶν τινα, ὁ μὲν λοιδορη- | θεὶς ἢ ὑβρισθεὶς παραστανέτω δύο ἐκ | τῶν ἰοβάκχων ἐνόρκους, ὅτι ἤκου- | σαν ὑβριζόμενον ἢ λοιδορούμενον, | καὶ ὁ ὑβρίσας ἢ λοιδορήσας ἀποτιν[νύ]- | [80] τω τῷ κοινῷ λεπτοῦ δρ(αχμὰς) κεʹ, ἢ ὁ αἴτιος | γενόμενος τῆς μάχης ἀποτιννύτω | τὰς αὐτὰς δρ. κεʹ, ἢ μὴ συνίτωσαν ἰς τοὺς | ἰοβάκχους μέχρις ἂν ἀποδῶσιν. | ἐὰν δέ τις ἄχρι πληγῶν ἔλθῃ, ἀπογραφέστω | [85] ὁ πληγεὶς πρὸς τὸν ἱερέα ἢ τὸν ἀνθιερέα, | ὁ δὲ ἐπάνανκες ἀγορὰν ἀγέτω, καὶ ψή- | φῳ οἱ ἰόβακχοι κρεινέτωσαν προηγου- | μένου τοῦ ἱερέως, καὶ προστειμάσθω