Название | Сочинения. Том 5 |
---|---|
Автор произведения | Гален |
Жанр | |
Серия | |
Издательство | |
Год выпуска | 2023 |
isbn |
1. ῞Οτι µὲν οὖν ἀναγκαῖόν ἐστιν οὐκ ᾿Ερασιστράτῳ µόνον ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν, ὅσοι µέλλουσι περὶ διακρίσεως οὔρων ἐρεῖν τι χρηστόν, ὁµολογῆσαι δύναµίν τιν’ ὑπάρχειν τοῖς νεφροῖς ἕλκουσαν εἰς ἑαυτοὺς ποιότητα τοιαύτην, οἵα ἐν τοῖς οὔροις ἐστί, διὰ τοῦ πρόσθεν ἐπιδέδεικται γράµµατος, ἀναµιµνησκόντων ἅµ’ αὐτῷ καὶ τοῦθ’ ἡµῶν, ὡς οὐκ ἄλλως µὲν εἰς τὴν κύστιν φέρεται τὰ οὖρα διὰ τῶν νεφρῶν, ἄλλως δ’ εἰς ἅπαντα τοῦ ζῴου τὰ µόρια τὸ αἷµα, κατ’ ἄλλον δέ τινα τρόπον ἡ ξανθὴ χολὴ διακρίνεται. δειχθείσης γὰρ ἐναργῶς ἐφ’ ἑνὸς οὑτινοσοῦν ὀργάνου τῆς ἑλκτικῆς τε καὶ ἐπισπαστικῆς ὀνοµαζοµένης δυνάµεως οὐδὲν ἔτι χαλεπὸν ἐπὶ τὰ λοιπὰ µεταφέρειν αὐτήν· οὐ γὰρ δὴ τοῖς µὲν νεφροῖς ἡ φύσις ἔδωκέ τινα τοιαύτην δύναµιν, οὐχὶ δέ γε καὶ τοῖς τὸ χολῶδες ὑγρὸν ἕλκουσιν ἀγγείοις οὐδὲ τούτοις µέν, οὐκέτι δὲ καὶ τῶν ἄλλων µορίων ἑκάστῳ. καὶ µὴν εἰ τοῦτ’ ἀληθές ἐστι, θαυµάζειν χρὴ τοῦ ᾿Ερασιστράτου ψευδεῖς οὕτω λόγους ὑπὲρ ἀναδόσεως τροφῆς εἰπόντος, ὡς µηδ’ ᾿Ασκληπιάδην λαθεῖν. καίτοι γ’ οἴεται παντὸς µᾶλλον ἀληθὲς ὑπάρχειν, ὡς, εἴπερ ἐκ τῶν φλεβῶν ἀπορρέοι τι, δυοῖν θάτερον ἢ κενὸς ἔσται τόπος ἀθρόως ἢ τὸ συνεχὲς ἐπιρρυήσεται τὴν βάσιν ἀναπληροῦν τοῦ κενουµένου. ἀλλ’ ὅ γ’ ᾿Ασκληπιάδης οὐ δυοῖν θάτερόν φησιν, ἀλλὰ