Название | Сочинения. Том 5 |
---|---|
Автор произведения | Гален |
Жанр | |
Серия | |
Издательство | |
Год выпуска | 2023 |
isbn |
13. Μαθεῖν δ’ ἔνεστιν οὐ µόνον ἐξ ὧν οἱ τἀναντία τιθέµενοι διαφέρονται τοῖς ἐναργῶς φαινοµένοις, εἰς ὅσον ὀρθότητός τε καὶ ἀληθείας ἥκει τὰ ῾Ιπποκράτους δόγµατα, ἀλλὰ κἀξ αὐτῶν τῶν κατὰ µέρος ἐν τῇ φυσικῇ θεωρίᾳ ζητουµένων τῶν τ’ ἄλλων ἁπάντων καὶ τῶν ἐν τοῖς ζῴοις ἐνεργειῶν. ὅσοι γὰρ οὐδεµίαν οὐδενὶ µορίῳ νοµίζουσιν ὑπάρχειν ἑλκτικὴν τῆς οἰκείας ποιότητος δύναµιν, ἀναγκάζονται πολλάκις ἐναντία λέγειν τοῖς ἐναργῶς φαινοµένοις, ὥσπερ καὶ ᾿Ασκληπιάδης ὁ ἰατρὸς ἐπὶ τῶν νεφρῶν ἐποίησεν, οὓς οὐ µόνον ῾Ιπποκράτης ἢ Διοκλῆς ἢ ᾿Ερασίστρατος ἢ Πραξαγόρας ἤ τις ἄλλος ἰατρὸς ἄριστος ὄργανα διακριτικὰ τῶν οὔρων πεπιστεύκασιν ὑπάρχειν, ἀλλὰ καὶ οἱ µάγειροι σχεδὸν ἅπαντες ἴσασιν, ὁσηµέραι θεώµενοι τήν τε θέσιν αὐτῶν καὶ τὸν ἀφ’ ἑκατέρου πόρον εἰς τὴν κύστιν ἐµβάλλοντα, τὸν οὐρητῆρα καλούµενον, ἐξ αὐτῆς τῆς κατασκευῆς ἀναλογιζόµενοι τήν τε χρείαν αὐτῶν καὶ τὴν δύναµιν. καὶ πρό γε τῶν µαγείρων ἅπαντες ἄνθρωποι καὶ δυσουροῦντες πολλάκις καὶ παντάπασιν ἰσχουροῦντες, ὅταν ἀλγῶσι µὲν τὰ κατὰ τὰς ψόας, ψαµµώδη δ’ ἐξουρῶσιν, νεφριτικοὺς ὀνοµάζουσι σφᾶς αὐτούς. ᾿Ασκληπιάδην δ’ οἶµαι µηδὲ λίθον οὐρηθέντα ποτὲ θεάσασθαι πρὸς τῶν οὕτω πασχόντων µηδ’ ὡς προηγήσατο κατὰ τὴν µεταξὺ τῶν νεφρῶν καὶ τῆς κύστεως χώραν