Название | Сочинения. Том 2 |
---|---|
Автор произведения | Гален Клавдий |
Жанр | |
Серия | |
Издательство | |
Год выпуска | 2023 |
isbn |
41. ῾Εξῆς δ’ εἴη λέγειν, ὅσα κατὰ τὸν ἔµπροσθεν λόγον ἀνεβαλλόµεθα. καλοῦσι δὲ αὐτὰ προφυλακτικά. τριττὴ δ’ ἐστὶ καὶ τούτων ἥ γε κατὰ γένος διαφορά. πρώτη µὲν ὑγιαίνοντος ἀµέµπτως τοῦ ἀνθρώπου, δευτέρα δὲ ἡ µεµπτῶς, ἡ τρίτη δὲ νοσοῦντος. τὸ µὲν οὖν πρῶτον γένος ἐκ τῆς ὑγιεινῆς ἐστι πραγµατείας, διττὸν ὑπάρχον, ὡς ἔµπροσθεν εἴρηται· τὸ δεύτερον δὲ ἐκ τῆς προφυλακτικῆς· τὸ δὲ τρίτον ἐκ τῆς θεραπευτικῆς. ἐν χυµοῖς δὲ µάλιστα τὴν σύστασιν ἔχει σύµπαν τοῦτο τὸ γένος, οὓς οὔτε γλίσχρους εἶναι προσήκει, οὔτε παχεῖς, οὔτε ὑδατώδεις, οὔτε πολλοὺς, οὔτε ἐπὶ πλέον θερµοὺς, ἢ ψυχροὺς, οὔτε δακνώδεις, οὔτε σηπεδονώδεις, οὔτε δηλητηρίους. αὐξηθέντες γὰρ αἴτιοι καθίστανται νοσηµάτων. αὐξάνονται δὲ, ποτὲ µὲν ὑπὸ τῆς αὐτῆς αἰτίας, ἥπερ αὐτοὺς ἐγέννησε τὸ πρῶτον· ἔστι δὲ ὅτε συναλλοιοῦντες ἑαυτοῖς τοὺς κατὰ τὸ σῶµα χυµούς. σκοπὸς δ’ ἐστὶ καὶ ἐπὶ τούτων ὁ τῆς ἰάσεως διττὸς, ἡ ἀλλοίωσίς τε καὶ κένωσις. ἀλλοιοῦνται µὲν οὖν, ἤτοι πεττόµενοι πρὸς αὐτοῦ τοῦ σώµατος, ἢ ὑπό τινων φαρµακωδῶν δυνάµεων, ἐν αἷς εἰσι καὶ αἱ θεραπεύουσαι τοὺς ἰοὺς τῶν ἰοβόλων ὀνοµαζοµένων ζώων, ἔτι τε τὰ δηλητήρια φάρµακα µεταβάλλουσαι. κενοῦνται δὲ ὑπὸ τῶν θερµῶν ἱκανῶς φαρµάκων, καὶ καθάρσεων, καὶ κλυστήρων, καὶ ἱδρώτων, καὶ ἐµέτων. αὗται µὲν αὐτῶν αἱ κοιναὶ κενώσεις. ἴδιαι δὲ ἐκ τῶν τόπων, ἐν οἷς ἂν ἀθροισθῶσι, λαµβάνονται, καθάπερ ἐν τοῖς